δόγμα σαυτοῦ πεποίησαι. Δείκνυε πῶς εἴωθας ἐν πλοίῳ χειμάζεσθαι· μέμνησαι ταύτης τῆς διαιρέσεως, ὅταν ψοφήσῃ τὸ ἱστίον καὶ ἀνακραυγάσῃς. Ἄν σοί τις κακόσχολός πως παραστὰς εἴπῃ, λέγε μοι, τοὺς θεούς σοι, ἃ πρῴην ἔλεγες, μή τι κακία ἐστὶν τὸ ναυαγῆσαι; μήτι κακίας μετέχον; οὐκ ἄρα ξύλον ἐνσείσεις αὐτῷ; τί ἡμῖν καὶ σοί, ἄνθρωπε; ἀπολλύμεθα, καὶ σὺ ἐλθὼν